Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.76 Joseph. BJ 3.84 (English) >>Joseph. BJ 3.90

3.81πύλαι δὲ ἐνοικοδομοῦνται τέσσαρες καθʼ ἕκαστον τοῦ περιβόλου κλίμα, πρός τε εἰσόδους τῶν ὑποζυγίων εὐμαρεῖς καὶ πρὸς τὰς ἐκδρομὰς αὐτῶν, εἰ κατεπείγοι, πλατεῖαι. 3.82ῥυμοτομοῦσι δʼ εὐδιαθέτως εἴσω τὸ στρατόπεδον, καὶ μέσας μὲν τὰς

-- --

τῶν ἡγεμόνων σκηνὰς τίθενται, μεσαίτατον δὲ τούτων τὸ στρατήγιον ναῷ παραπλήσιον· 3.83ὥσπερ δὲ ἐν σχεδίῳ πόλις καὶ ἀγορά τις ἀποδείκνυται καὶ χειροτέχναις χωρίον θῶκοί τε λοχαγοῖς καὶ ταξιάρχοις, ὅπῃ δικάζοιεν, εἴ τινες διαφέροιντο. 3.84τειχίζεται δὲ περίβολος καὶ τὰ ἐν αὐτῷ πάντα θᾶττον ἐπινοίας πλήθει καὶ ἐπιστήμῃ τῶν πονούντων· εἰ δʼ ἐπείγοι, καὶ τάφρος ἔξωθεν περιβάλλεται βάθος τετράπηχυς καὶ εὖρος ἴση. 3.85

Φραξάμενοι δʼ αὐλίζονται κατὰ συντάξεις ἕκαστοι μεθʼ ἡσυχίας τε καὶ κόσμου. πάντα δʼ αὐτοῖς καὶ τὰ ἄλλα μετʼ εὐταξίας ἀνύεται καὶ ἀσφαλείας, ξυλεία τε καὶ ἐπισιτισμός, εἰ δέοιντο, καὶ ὑδρεία κατὰ συντάξεις ἑκάστοις. 3.86οὐδὲ γὰρ δεῖπνον ἄριστον ὁπότε θελήσειαν αὐτεξούσιον ἑκάστῳ, πᾶσιν δʼ ὁμοῦ, τούς τε ὕπνους αὐτοῖς καὶ τὰς φυλακὰς καὶ τὰς ἐξεγέρσεις σάλπιγγες προσημαίνουσιν, οὐδʼ ἔστιν τι γίνεται δίχα παραγγέλματος. 3.87ὑπὸ δὲ τὴν ἕω τὸ στρατιωτικὸν μὲν ἐπὶ τοὺς ἑκατοντάρχας ἕκαστοι, πρὸς δὲ τοὺς χιλιάρχους οὗτοι συνίασιν ἀσπασόμενοι, μεθʼ ὧν πρὸς τὸν ἡγεμόνα τῶν ὅλων οἱ ταξίαρχοι πάντες.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.76 Joseph. BJ 3.84 (English) >>Joseph. BJ 3.90

Powered by PhiloLogic